Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.255 Joseph. AJ 15.260 (English) >>Joseph. AJ 15.264

15.258Κλεοπάτρα μὲν οὖν Ἀντωνίου δεηθεῖσα περὶ τῆς χώρας ταύτης ἀποτυγχάνει. λέγονται δὲ πρὸς Ἡρώδην οἱ λόγοι κἀκεῖνος ἕτοιμος ὢν ἀποκτεῖναι τὸν Κοστόβαρον ὅμως τῆς ἀδελφῆς αὐτοῦ δεηθείσης καὶ τῆς μητρὸς ἀφίησιν καὶ συγγνώμης ἠξίωσεν, οὐκ ἀνύποπτον αὐτὸν εἰς τὸ λοιπὸν ἔχων τῆς ἐπιχειρήσεως τῆς τότε. 15.259

Χρόνου δὲ διελθόντος ἐπισυνέβη τὴν Σαλώμην στασιάσαι πρὸς τὸν Κοστόβαρον, καὶ πέμπει μὲν εὐθὺς αὐτῷ γραμμάτιον ἀπολυομένη τὸν γάμον οὐ κατὰ τοὺς Ἰουδαίων νόμους· ἀνδρὶ μὲν γὰρ ἔξεστιν παρʼ ἡμῖν τοῦτο ποιεῖν, γυναικὶ δὲ οὐδὲ διαχωρισθείσῃ καθʼ αὑτὴν γαμηθῆναι μὴ τοῦ πρότερον ἀνδρὸς ἐφιέντος. 15.260οὐ μὴν Σαλώμη τὸν ἐγγενῆ νόμον, ἀλλὰ τὸν ἀπʼ ἐξουσίας ἑλομένη τήν τε συμβίωσιν προαπηγόρευσεν καὶ πρὸς τὸν ἀδελφὸν Ἡρώδην ἔλεγεν ὑπὸ τῆς εἰς ἐκεῖνον εὐνοίας ἀποστῆναι τἀνδρός· ἐγνωκέναι γὰρ αὐτὸν μετʼ Ἀντιπάτρου καὶ Λυσιμάχου καὶ Δοσιθέου νεωτέρων ἐφιέμενον. καὶ πίστιν παρεῖχεν τοῦ λόγου τοὺς Σάββα παῖδας, ὅτι διασώζοιντο παρʼ αὐτῷ χρόνον ἐνιαυτῶν ἤδη δεκαδύο. 15.261τοῦτο δὲ εἶχεν οὕτως καὶ πολλὴν ἔκπληξιν ἐνεποίησεν τῷ βασιλεῖ παρʼ ἐλπίδας ἀκουσθέν, ἐκεκίνητό τε μᾶλλον ἐπὶ τῷ παραδόξῳ τοῦ λόγου· τὰ γὰρ περὶ τοὺς Σάββα παῖδας ἐσπουδάσθη μὲν αὐτῷ πρότερον ἐπεξελθεῖν αὐτοὺς δυσμενεῖς γενομένους τῇ διαθέσει, τότε δὲ διὰ τὸ μῆκος τοῦ χρόνου καὶ τῆς μνήμης ἐξεληλύθεσαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.255 Joseph. AJ 15.260 (English) >>Joseph. AJ 15.264

Powered by PhiloLogic